Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.43 Joseph. AJ 7.47 (English) >>Joseph. AJ 7.51

7.45ἀλλὰ θεὸς μέν, εἶπεν, μέλει πάντων, οὐκ ἐάσει τοῦτον ἡμῖν ἀνεκδίκητον· ἐγὼ δʼ ἐπίστασθε, ὡς οὐδὲν Ἰώαβον καὶ Ἀβεσσαῖον τοὺς Σαρουίας παῖδας ποιεῖν ἱκανός εἰμι πλέον ἐμοῦ δυναμένους, ἀλλʼ ἀποδώσει τὴν ὑπὲρ τῶν τετολμημένων αὐτοῖς ἀμοιβὴν τὸ θεῖον.” καὶ Ἀβεννῆρος μὲν εἰς τοιοῦτο κατέστρεψε τέλος τὸν βίον. 7.46

Ἀκούσας δὲ τὴν τελευτὴν αὐτοῦ Σαούλου παῖς Ἰέβωσθος οὐ πρᾴως ἤνεγκεν ἀνδρὸς ἐστερημένος συγγενοῦς καὶ τὴν βασιλείαν αὐτῷ παρασχόντος, ἀλλʼ ὑπερεπάθησε καὶ λίαν αὐτὸν ὠδύνησεν Ἀβεννήρου θάνατος. ἐπεβίω δʼ οὐδʼ αὐτὸς πολὺν χρόνον, ἀλλʼ ὑπὸ τῶν Ἐρέμμωνος υἱῶν Βανά, ἑτέρῳ δὲ Θαηνὸς ὄνομα ἦν, ἐπιβουλευθεὶς ἀπέθανεν. 7.47οὗτοι γὰρ ὄντες τὸ μὲν γένος Βενιαμῖται τοῦ δὲ πρώτου τάγματος, λογισάμενοι δʼ ὡς ἂν ἀποκτείνωσι τὸν Ἰέβωσθον μεγάλων παρὰ Δαυίδου τεύξονται δωρεῶν καὶ στρατηγίας τινος ἄλλης πίστεως τὸ ἔργον αὐτοῖς ἔσται παρʼ αὐτῷ αἴτιον, 7.48μόνον εὑρόντες μεσημβρίζοντα καὶ κοιμώμενον τὸν Ἰέβωσθον καὶ μήτε τοὺς φύλακας παρόντας μήτε τὴν θυρωρὸν ἐγρηγορυῖαν, ἀλλὰ καὶ αὐτὴν ὑπό τε τοῦ κόπου καὶ τῆς ἐργασίας ἣν μετεχειρίζετο καὶ τοῦ καύματος εἰς ὕπνον καταπεσοῦσαν, παρελθόντες εἰς τὸ δωμάτιον, ἐν συνέβαινε κατακεκοιμῆσθαι τὸν Σαούλου παῖδα, κτείνουσιν αὐτόν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.43 Joseph. AJ 7.47 (English) >>Joseph. AJ 7.51

Powered by PhiloLogic